Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.288 Joseph. AJ 8.293 (English) >>Joseph. AJ 8.297

8.291στρατοῦ δʼ εἶχεν ἐπιλέκτων ἀνδρῶν ὡπλισμένων θυρεὸν καὶ σιρομάστην ἐκ μὲν τῆς Ἰούδα φυλῆς μυριάδας τριάκοντα, ἐκ δὲ τῆς Βενιαμίτιδος ἀσπίδας φορούντων καὶ τοξοτῶν μυριάδας πέντε καὶ εἴκοσι. 8.292ἤδη δὲ αὐτοῦ δέκα ἔτη βασιλεύοντος στρατεύει μεγάλῃ δυνάμει Ζαραῖος ἐπʼ αὐτὸν τῆς Αἰθιοπίας βασιλεὺς ἐνενήκοντα μὲν πεζῶν μυριάσιν ἱππέων δὲ δέκα τριακοσίοις δʼ ἅρμασι. καὶ μέχρι πόλεως Μαρήσας, ἔστι δʼ αὕτη τῆς Ἰούδα φυλῆς, ἐλάσαντος αὐτοῦ μετὰ τῆς οἰκείας δυνάμεως ἀπήντησεν Ἄσανος, 8.293καὶ ἀντιπαρατάξας αὐτῷ τὴν στρατιὰν ἔν τινι φάραγγι Σαβαθὰ λεγομένῃ τῆς πόλεως οὐκ ἄπωθεν, ὡς κατεῖδε τὸ τῶν Αἰθιόπων πλῆθος ἀναβοήσας νίκην ᾔτει παρὰ τοῦ θεοῦ καὶ τὰς πολλὰς ἑλεῖν μυριάδας τῶν πολεμίων· οὐδὲ γὰρ ἄλλῳ τινὶ θαρσήσας ἔλεγεν τῇ παρʼ αὐτοῦ βοηθείᾳ δυναμένῃ καὶ τοὺς ὀλίγους ἀπεργάσασθαι κρείττους τῶν πλειόνων καὶ τοὺς ἀσθενεῖς τῶν ὑπερεχόντων ἀπαντῆσαι πρὸς μάχην τῷ Ζαραίῳ. 8.294

Ταῦτα λέγοντος Ἀσάνου νίκην ἐσήμαινεν θεός, καὶ συμβαλὼν μετὰ χαρᾶς τῶν προδεδηλωμένων ὑπὸ τοῦ θεοῦ πολλοὺς ἀποκτείνει τῶν Αἰθιόπων καὶ τραπέντας εἰς φυγὴν ἐδίωξεν ἄχρι τῆς Γεραρίτιδος χώρας. ἀφέμενοι δὲ τῆς ἀναιρέσεως ἐπὶ τὴν διαρπαγὴν τῶν πόλεων, ἥλω γὰρ Γεράρων, ἐχώρησαν καὶ τῆς παρεμβολῆς αὐτῶν, ὡς πολὺν μὲν ἐκφορῆσαι χρυσὸν πολὺν δὲ ἄργυρον λείαν τε ἀπαγαγεῖν καμήλους τε καὶ ὑποζύγια καὶ βοσκημάτων ἀγέλας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.288 Joseph. AJ 8.293 (English) >>Joseph. AJ 8.297

Powered by PhiloLogic